Ότε οι ένδοξοι μαθηταί

Ότε η ένδοξοι μαθηταί 
εν τω νιπτήρι εφωτίζοντο,
τότε Ιούδας ο δυσεβής, 
φιλαργυρίαν νοσήσας, εκοτίζετο·
και ανόμοις κριταίς
σε τον δίκαιον κριτήν παραδίδωσι.
Βλέπε, χρημάτων εραστά,
τον δια ταύτα αγχόνη χρησάμενον·
φεύγε ακόρεστον ψυχήν
την διδασκάλω τοιαύτα τολμήσασαν.
Ο περί πάντων αγαθός,
Κύριε, δόξα σοι.